Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.26 | Dem. 41.29 (English) | >>Dem. 42.1 |
41.28ὥστʼ εἰκότως ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο ταῦτα , ἅπερ ἀπετετείκει τῷ Λεωκράτει καὶ πλείω τῶν ἐμοὶ δοθέντων ἦν . καί μοι λαβὲ πρῶτον μὲν τὴν ἀπογραφὴν ταύτην καὶ λέγʼ αὐτοῖς ἅπερ ἑκάτερος ἡμῶν ἔχει , μετὰ δὲ ταῦτα τὴν τῶν διαιτητῶν μαρτυρίαν , ἵνʼ ἴδωσιν ὅτι καὶ πολλῷ πλείω χρήματʼ ἔχει , καὶ περὶ τούτων ὁ Λεωκράτης ἐνεκάλει , καὶ κατὰ ταῦτʼ ἔγνωσαν οἱ διαιτηταί . λέγε .ἆρʼ οὖν οὐ φανερῶς οὗτος μὲν ἔχει τετταράκοντα μνᾶς πάλαι τὴν προῖκα , ἐγὼ δὲ τὰς μὲν τριάκοντα καθάπερ οὗτος , τὰς δὲ χιλίας οὐ μόνον ὕστερον οὐκ ἐκομισάμην , ἀλλὰ καὶ νυνὶ κινδυνεύω περὶ αὐτῶν ὡς ἀδίκως ἔχων ; διὰ ταῦτα μέντοι Σπουδίας , ὦ ἄνδρες δικασταί , τοῖς φίλοις οὐκ ἐβούλετʼ ἐπιτρέψας ἀπαλλαγῆναι τῶν πρὸς ἔμʼ ἐγκλημάτων , ὅτι συνέβαινεν αὐτῷ πάντα ταῦτʼ ἐξελέγχεσθαι · πᾶσιν γὰρ τούτοις παραγεγενημένοι καὶ σαφῶς εἰδότες οὐκ ἐπέτρεπον αὐτῷ λέγειν ὅ τι τύχοι · παρʼ ὑμῖν δʼ οἴεται ψευδόμενος ἐμοῦ τἀληθῆ λέγοντος περιγενήσεσθαι .
41.30καίτοι περὶ ὧν ἐγκαλῶ , πάνθʼ ὑμῖν ἀπέδειξα σαφῶς , ὡς οἷός τʼ ἦν αὐτός . τοὺς δʼ εἰδότας οὗτος ἔφευγεν , οὐχ ἡγούμενος εἶναι παραλογίσασθαι . μὴ τοίνυν , ὦ ἄνδρες δικασταί , μηδʼ ὑμεῖς ἐπιτρέπετʼ αὐτῷ ψεύδεσθαι καὶ διαβάλλειν , μεμνημένοι τῶν εἰρημένων · ἴστε γὰρ πάνθʼ ὡς ἐγένετο , πλὴν εἴ τι παρέλιπον ἐγὼ πρὸς ὀλίγον ὕδωρ ἀναγκαζόμενος λέγειν .
Ἀπογραφή
Μαρτυρία
41.29
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.26 | Dem. 41.29 (English) | >>Dem. 42.1 |